previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τὰ χρέα ἐπιλύσασθαι τῆς στρατιᾶς ὅσοις χρέα ἦν ἐν καιρῷ οἱ ἔδοξε, καὶ κελεύει ἀπογράφεσθαι ὁπόσον ὀφείλει ἕκαστος, ὡς ληψομένους. καὶ τὰ μὲν [p. 295] πρῶτα ὀλίγοι ἀπέγραψαν σφῶν τὰ ὀνόματα δεδιότες ἐξ Ἀλεξάνδρου μὴ πεῖρα αὕτη εἴη καθειμένη, ὅτῳ οὐκ ἀποχρῶσα μισθοφορὰ τῶν στρατιωτῶν ἐστι καὶ ὅτῳ πολυτελὴς δίαιτα. [2] ὡς δὲ ἐξήγγελτο ὅτι οὐκ ἀπογράφουσι σφᾶς οἱ πολλοί, ἀλλ᾽ ἐπικρύπτουσιν ὅτῳ τι εἴη συμβόλαιον, τὴν μὲν ἀπιστίαν τῶν στρατιωτῶν ἐκάκισεν: οὐ γὰρ χρῆναι οὔτ᾽ οὖν τὸν βασιλέα ἄλλο τι ἀληθεύειν πρὸς τοὺς ὑπηκόους, οὔτε τῶν ἀρχομένων τινὰ ἄλλο τι ἀληθεύειν δοκεῖν τὸν βασιλέα. [3] καταθεὶς δὲ τραπέζας ἐν τῷ στρατοπέδῳ καὶ ἐπὶ τούτων χρυσίον καὶ τοὺς ἐπιμελησομένους τῆς δόσεως ἑκάστοις, ὅστις συμβόλαιον ἐπεδείκνυτο, ἐπιλύεσθαι τὰ χρέα ἐκέλευεν οὐκ ἀπογραφομένους ἔτι τὰ ὀνόματα. καὶ οὕτω δὴ ἐπίστευσάν τε ἀληθεύειν ᾿ λέξανδρον καὶ σὺν χάριτι μείζονι ἐγίγνετο αὐτοῖς τὸ μὴ γνωσθῆναι μᾶλλόν τι τὸ παύσασθαι ὀφείλοντας. λέγεται δὲ γενέσθαι δόσις αὕτη τῇ στρατιᾷ ἐς τάλαντα δισμύρια. [4] ἔδωκεν δὲ καὶ δῶρα ἄλλοις ἄλλα, ὅπως τις κατ᾽ ἀξίωσιν ἐτιμᾶτο κατ᾽ ἀρετὴν εἴ τις ἐπιφανὴς ἐγεγόνει ἐν τοῖς κινδύνοις. καὶ ἐστεφάνωσε χρυσοῖς στεφάνοις τοὺς ἀνδραγαθίᾳ διαπρέποντας, πρῶτον μὲν Πευκέσταν τὸν ὑπερασπίσαντα, ἔπειτα Λεοννάτον, [5] καὶ τοῦτον ὑπερασπίσαντα, καὶ διὰ τοὺς ἐν Ἰνδοῖς κινδύνους καὶ τὴν ἐν Ὤροις νίκην γενομένην, ὅτι παραταξάμενος σὺν τῇ ὑπολειφθείσῃ δυνάμει πρὸς τοὺς νεωτερίζοντας τῶν τε Ὠρειτῶν καὶ τῶν πλησίον τούτων ᾠκισμένων τῇ τε μάχῃ ἐκράτησε καὶ τὰ ἄλλα καλῶς ἔδοξε τὰ ἐν Ὤροις κοσμῆσαι. [6] ἐπὶ τούτοις δὲ Νέαρχον ἐπὶ τῷ περίπλῳ τῷ ἐκ τῆς Ἰνδῶν γῆς κατὰ τὴν μεγάλην θάλασσαν ἐστεφάνωσε: καὶ γὰρ καὶ οὗτος ἤδη ἀφιγμένος ἐς Σοῦσα ἦν: ἐπὶ τούτοις δὲ Ὀνησίκριτον [p. 296] τὸν κυβερνήτην τῆς νεὼς τῆς βασιλικῆς: ἔτι δὲ Ἡφαιστίωνα καὶ τοὺς ἄλλους τοὺς σωματοφύλακας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: